Κυριακη Των Βαϊων

Η είσοδος του Χριστού στα Ιεροσόλυμα είναι τελικά η είσοδος του μαρτυρίου στην επίγεια ζωή του Κυρίου. Σε λίγες ημέρες θα μαρτυρήσει και θα θανατωθεί στο σταυρό, για να θανατώσει το θάνατο και να χαρίσει τη ζωή.

Ἀπολυτίκιον

Ἦχος α’.

Τὴν κοινὴν Ἀνάστασιν πρὸ τοῦ σοῦ πάθους πιστούμενος, ἐκ νεκρῶν ἤγειρας τὸν Λάζαρον Χριστὲ ὁ Θεός· ὅθεν καὶ ἡμεῖς ὡς οἱ παῖδες, τὰ τῆς νίκης σύμβολα φέροντες, σοὶ τῷ νικητῇ τοῦ θανάτου βοῶμεν· Ὠσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.

Ἕτερον Ἀπολυτίκιον (Κατέβασμα)

Ἦχος δ’.

Συνταφέντες σοι διὰ τοῦ Βαπτίσματος, Χριστὲ ὁ Θεὸς ἡμῶν, τῆς ἀθανάτου ζωῆς ἠξιώθημεν τῇ Ἀναστάσει σου, καὶ ἀνυμνοῦντες κράζομεν· Ὠσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.

Κοντάκιον

Ἦχος πλ. β’.

Τῷ θρόνῳ ἐν οὐρανῷ, τῷ πώλῳ ἐπὶ τῆς γῆς, ἐποχούμενος, Χριστὲ ὁ Θεός, τῶν Ἀγγέλων τὴν αἴνεσιν, καὶ τῶν παίδων ἀνύμνησιν, προσεδέξω βοώντων σοι· Εὐλογημένος εἶ ὁ ἐρχόμενος, τὸν Ἀδὰμ ἀνακαλέσασθαι.

Ὁ Οἶκος

Ἐπειδὴ ᾍδην ἔδησας ἀθάνατε, καὶ θάνατον ἐνέκρωσας, καὶ Κόσμον ἀνέστησας, βαΐοις τὰ νήπια ἀνευφήμουν σε Χριστέ, ὡς νικητὴν κραυγάζοντά σοι σήμερον. Ὡσαννὰ τῷ Υἱῷ Δαυΐδ· οὐκέτι γάρ φησι, σφαγήσονται βρέφη διὰ τὸ βρέφος Μαριάμ, ἀλλ’ ὑπὲρ πάντων νηπίων καὶ πρεσβυτῶν, μόνος σταυροῦσαι, οὐκέτι καθ’ ἡμῶν χωρήσει τὸ ξίφος· ἡ σὴ γὰρ πλευρὰ νυγήσεται λόγχῃ· ὅθεν ἀγαλλόμενοι φαμέν· Εὐλογημένος εἶ ὁ ἐρχόμενος, τὸν Ἀδὰμ ἀνακαλέσασθαι.

Μεγαλυνάριον

Ἐπὶ πώλου ὄνου εἰς τὴν Σιών, εἰσῆλθες Σωτήρ μου, ὑπὸ παίδων καὶ τῶν βρεφῶν, αἰνούμενος Λόγε, τὸ Ὠσαννὰ βοώντων, εὐλογητὸς ὁ ἥκων, σῶσαι τὸν ἄνθρωπον.

ΟΔΥΣΣΕΙΑ, 10/4/2020 #ODUSSEIA #ODYSSEIA